Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.284 Joseph. AJ 18.289 (English) >>Joseph. AJ 18.294

18.287ὡς δὲ καὶ πρὸς τὸν Γάιον σὺν τοῖς λοιποῖς ὁπόσα ἔγραφεν, ἐπαγωγὰ δὲ ἦν τὰ πάντα καὶ παντοίως παρακαλοῦντα μὴ τοσαύτας μυριάδας ἀνθρώπων ἀπονοεῖν, ἃς εἰ κτείνοι, οὐ γὰρ δίχα γε πολέμου παραχωρήσειν τοῦ νομίμου τῆς θρησκείας, προσόδου τε τῆς ἀπʼ αὐτῶν ἀποστερεῖσθαι καὶ τῷ τροπαίῳ τῆς ἀρᾶς ὑποτίθεσθαι τὸν μέλλοντα αἰῶνα. 18.288κἄλλως θείου τοῦ προεστηκότος αὐτῶν τὴν δύναμιν ὡς ἀκραιφνῆ ἀπέφαινεν καὶ μηδὲν ἐνδοίαστον ἐπὶ δυνάμει τῇ αὐτῆς ἐπιδείκνυσθαι καταλείπουσαν. καὶ Πετρώνιος μὲν ἐν τούτοις ἦν. 18.289

Ἀγρίππας δὲ βασιλεύς, ἐτύγχανεν γὰρ ἐπὶ Ῥώμης διαιτώμενος, προύκοπτε φιλίᾳ τῇ πρὸς τὸν Γάιον μειζόνως. καί ποτε προθεὶς δεῖπνον αὐτῷ καὶ πρόνοιαν ἔχων πάντας ὑπερβαλέσθαι τέλεσί τε τοῖς εἰς τὸ δεῖπνον καὶ παρασκευῇ τοῦ εἰς ἡδονὴν φέροντος, 18.290ὡς μὴ ὅπως ἄν τινα τῶν λοιπῶν, ἀλλὰ μηδʼ αὐτὸν Γάιον πιστεύειν ποτε ἰσωθῆναι θελήσοντα οὐχ ὅπως ὑπερβαλέσθαι· τοσοῦτον ἀνὴρ τῇ παρασκευῇ πάντας ὑπερῆρεν καὶ τῷ τὰ πάντα Καίσαρος ἐκφροντίσας παρασχεῖν. 18.291καὶ Γάιος ἐκθαυμάσας τήν τε διάνοιαν αὐτοῦ καὶ τὴν μεγαλοπρέπειαν, ὡς ἐπʼ ἀρεσκείᾳ τῇ αὐτοῦ βιάζοιτο καὶ ὑπὲρ δύναμιν τῶν χρημάτων εὐπορίᾳ χρήσασθαι, βουλόμενός τε μιμήσασθαι τὴν Ἀγρίππου φιλοτιμίαν ἐφʼ ἡδονῇ τῇ αὐτοῦ πρασσομένην, ἀνειμένος ὑπὸ οἴνου καὶ τὴν διάνοιαν εἰς τὸ ἱλαρώτερον ἐκτετραμμένος, φησὶν ἐν συμποσίῳ παρακαλοῦντος εἰς πότον·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.284 Joseph. AJ 18.289 (English) >>Joseph. AJ 18.294

Powered by PhiloLogic